Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.105.4 | Hdt. 1.107.1 (English) | >>Hdt. 1.108.2 |
1.106.1
ἐπὶ μέν νυν ὀκτὼ καὶ εἴκοσι ἔτεα ἦρχον τῆς Ἀσίης οἱ Σκύθαι , καὶ τὰ πάντα σφι ὑπό τε ὕβριος καὶ ὀλιγωρίης ἀνάστατα ἦν · χωρὶς μὲν γὰρ φόρον ἔπρησσον παρʼ ἑκάστων τὸν ἑκάστοισι ἐπέβαλλον , χωρὶς δὲ τοῦ φόρου ἥρπαζον περιελαύνοντες τοῦτο ὅ τι ἔχοιεν ἕκαστοι .
1.106.2 καὶ τούτων μὲν τοὺς πλεῦνας Κυαξάρης τε καὶ Μῆδοι ξεινίσαντες καὶ καταμεθύσαντες κατεφόνευσαν , καὶ οὕτω ἀνεσώσαντο τὴν ἀρχὴν Μῆδοι καὶ ἐπεκράτεον τῶν περ καὶ πρότερον , καὶ τήν τε Νίνον εἷλον (ὡς δὲ εἷλον ἐν ἑτέροισι λόγοισι δηλώσω ) καὶ τοὺς Ἀσσυρίους ὑποχειρίους ἐποιήσαντο πλὴν τῆς Βαβυλωνίης μοίρης .
ch. 107
1.107.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.105.4 | Hdt. 1.107.1 (English) | >>Hdt. 1.108.2 |